Psalms 44

1
LXX: Psa.43:1
εἰς τὸ τέλος· τοῖς υἱοῖς Κορε Εἰς σύνεσιν ψαλμός.
LXX: Psa.43:2
θεός, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν, οἱ πατέρες ἡμῶν ἀνήγγειλαν ἡμῖν ἔργον, εἰργάσω ἐν ταῖς ἡμέραις αὐτῶν, ἐν ἡμέραις ἀρχαίαις.
2
LXX: Psa.43:3
χείρ σου ἔθνη ἐξωλέθρευσεν, καὶ κατεφύτευσας αὐτούς, ἐκάκωσας λαοὺς καὶ ἐξέβαλες αὐτούς.
3
LXX: Psa.43:4
οὐ γὰρ ἐν τῇ ῥομφαίᾳ αὐτῶν ἐκληρονόμησαν γῆν, καὶ βραχίων αὐτῶν οὐκ ἔσωσεν αὐτούς, ἀλλ' δεξιά σου, καὶ βραχίων σου καὶ φωτισμὸς τοῦ προσώπου σου ὅτι εὐδόκησας ἐν αὐτοῖς.
4
LXX: Psa.43:5
σὺ εἶ αὐτὸς βασιλεύς μου καὶ θεός μου ἐντελλόμενος τὰς σωτηρίας Ιακωβ·
5
LXX: Psa.43:6
ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν καὶ ἐν τῷ ὀνόματί σου ἐξουθενώσομεν τοὺς επανιστανομενους ἡμῖν.
6
LXX: Psa.43:7
οὐ γὰρ ἐπὶ τῷ τόξῳ μου ἐλπιῶ, καὶ ῥομφαία μου οὐ σώσει με·
7
LXX: Psa.43:8
ἔσωσας γὰρ ἡμᾶς ἐκ τῶν θλιβόντων ἡμᾶς καὶ τοὺς μισοῦντας ἡμᾶς κατῄσχυνας.
8
LXX: Psa.43:9
ἐν τῷ θεῷ ἐπαινεσθησόμεθα ὅλην τὴν ἡμέραν καὶ ἐν τῷ ὀνόματί σου ἐξομολογησόμεθα εἰς τὸν αἰῶνα. διάψαλμα.
9
LXX: Psa.43:10
νυνὶ δὲ ἀπώσω καὶ κατῄσχυνας ἡμᾶς καὶ οὐκ ἐξελεύσῃ ἐν ταῖς δυνάμεσιν ἡμῶν·
10
LXX: Psa.43:11
ἀπέστρεψας ἡμᾶς εἰς τὰ ὀπίσω παρὰ τοὺς ἐχθροὺς ἡμῶν, καὶ οἱ μισοῦντες ἡμᾶς διήρπαζον ἑαυτοῖς.
11
LXX: Psa.43:12
ἔδωκας ἡμᾶς ὡς πρόβατα βρώσεως καὶ ἐν τοῖς ἔθνεσιν διέσπειρας ἡμᾶς·
12
LXX: Psa.43:13
ἀπέδου τὸν λαόν σου ἄνευ τιμῆς, καὶ οὐκ ἦν πλῆθος ἐν τοῖς ἀλλάγμασιν αὐτῶν.
13
LXX: Psa.43:14
ἔθου ἡμᾶς ὄνειδος τοῖς γείτοσιν ἡμῶν, μυκτηρισμὸν καὶ καταγέλωτα τοῖς κύκλῳ ἡμῶν·
14
LXX: Psa.43:15
ἔθου ἡμᾶς εἰς παραβολὴν ἐν τοῖς ἔθνεσιν, κίνησιν κεφαλῆς ἐν τοῖς λαοῖς.
15
LXX: Psa.43:16
ὅλην τὴν ἡμέραν ἐντροπή μού κατεναντίον μου ἐστιν, καὶ αἰσχύνη τοῦ προσώπου μου ἐκάλυψέν με
16
LXX: Psa.43:17
ἀπὸ φωνῆς ὀνειδίζοντος καὶ παραλαλοῦντος, ἀπὸ προσώπου ἐχθροῦ καὶ ἐκδιώκοντος.
17
LXX: Psa.43:18
ταῦτα πάντα ἦλθεν ἐφ' ἡμᾶς, καὶ οὐκ ἐπελαθόμεθά σου, καὶ οὐκ ἠδικήσαμεν ἐν διαθήκῃ σου
18
LXX: Psa.43:19
καὶ οὐκ ἀπέστη εἰς τὰ ὀπίσω καρδία ἡμῶν· καὶ ἐξέκλινας τὰς τρίβους ἡμῶν ἀπὸ τῆς ὁδοῦ σου.
19
LXX: Psa.43:20
ὅτι ἐταπείνωσας ἡμᾶς ἐν τόπῳ κακώσεως, καὶ ἐπεκάλυψεν ἡμᾶς σκιὰ θανάτου.
20
LXX: Psa.43:21
εἰ ἐπελαθόμεθα τοῦ ὀνόματος τοῦ θεοῦ ἡμῶν καὶ εἰ διεπετάσαμεν χεῖρας ἡμῶν πρὸς θεὸν ἀλλότριον,
21
LXX: Psa.43:22
οὐχὶ θεὸς ἐκζητήσει ταῦτα; αὐτὸς γὰρ γινώσκει τὰ κρύφια τῆς καρδίας.
22
LXX: Psa.43:23
ὅτι ἕνεκα σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς.
23
LXX: Psa.43:24
ἐξεγέρθητι· ἵνα τί ὑπνοῖς, κύριε; ἀνάστηθι καὶ μὴ ἀπώσῃ εἰς τέλος.
24
LXX: Psa.43:25
ἵνα τί τὸ πρόσωπόν σου ἀποστρέφεις, ἐπιλανθάνῃ τῆς πτωχείας ἡμῶν καὶ τῆς θλίψεως ἡμῶν;
25
LXX: Psa.43:26
ὅτι ἐταπεινώθη εἰς χοῦν ψυχὴ ἡμῶν, ἐκολλήθη εἰς γῆν γαστὴρ ἡμῶν.
26
LXX: Psa.43:27
ἀνάστα, κύριε, βοήθησον ἡμῖν καὶ λύτρωσαι ἡμᾶς ἕνεκεν τοῦ ὀνόματός σου.
Copyright information for LXX